Ὁ Θεὸς ὁ αἰώνιος, τὸ ἄναρχον καὶ ἀΐδιον φῶς, ὁ πάσης κτίσεως Δημιουργός, ἡ τοῦ ἐλέους πηγή, τὸ τῆς ἀγαθότητος πέλαγος, καὶ τῆς φιλανθρωπίας ἀνεξιχνίαστος ἄβυσσος, ἐπίφανον ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Λάμψον ἐν ταῖς καρδίαις ἡμῶν, νοητὲ Ἥλιε τῆς δικαιοσύνης, καὶ τῆς σῆς εὐφροσύνης τὰς ψυχὰς ἡμῶν πληρωσον, καὶ δίδαξον ἡμᾶς τὰ σὰ μελετᾶν ἀεὶ καὶ φθέγγεσθαι κρίματα, καὶ ἐξομολογεῖσθαί σοι διηνεκῶς τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ. Τὰ τῶν χειρῶν ἡμῶν ἔργα πρὸς τὸ σὸν κατεύθυνον θέλημα, καὶ πράττειν ἡμᾶς τὰ σοὶ εὐάρεστα καὶ φίλα εὐόδωσον, ἵνα καὶ διὰ τῶν ἀναξίων ἡμῶν δοξάζηταί σου τὸ πανάγιον ὄνομα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, τῆς μιᾶς Θεότητός τε καὶ Βασιλείας, ᾗ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν