Ο εξαποστέλλων τό φώς, καί πορεύεται. ο ανατέλλων τόν Ήλιον επί δικαίους καί αδίκους, πονηρούς τε καί αγαθούς, ο ποιών όρθρον, καί φωτίζων πάσαν τήν οικουμένην. φώτισον καί ημών τάς καρδίας, Δέσποτα τών απάντων. Χάρισαι ημίν εν τή παρούση ημέρα ευαρεστείν σοι, διαφυλάττων ημάς από πάσης, αμαρτίας, καί πάσης πονηράς πράξεως, ρυόμενος ημάς από παντός βέλους πετομένου ημέρας, καί πάσης αντικειμένης δυνάμεως, πρεσβείαις τής Παναχράντου Δεσποίνης ημών Θεοτόκου, τών αϋλων σου λειτουργών καί επουρανίων Δυνάμεων, καί πάντων τών Αγίων, τών απ’ αιώνός σοι ευαρεστησάντων. Σόν γάρ εστι τό ελεείν καί σώζειν ημάς, ο Θεός ημών, καί σοί τήν δόξαν άναπέμπομεν, τώ Πατρί, καί τώ Υιώ, καί τώ Αγίω Πνεύματι, νύν, καί αεί, καί εις τούς αιώνας των αιώνων. Αμήν.