Ο Θεός εις την βοήθειάν μου πρόσχες, Κύριε, εις το βοηθήσαι μοι σπεύσον. Αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου. Αποστραφήτωσαν εις τα οπίσω, και καταισχυνθήτωσαν οι βουλόμενοί μοι κακά. Αποστραφήτωσαν παραυτίκα αισχυνόμενοι, οι λέγοντές μοι: Εύγε, εύγε. Αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί σοί, πάντες οι ζητούντες σε, ο Θεός. Και λεγέτωσαν δια παντός. Μεγαλυνθήτω ο Κύριος, οι αγαπώντες το σωτήριόν σου. Εγώ δε πτωχός ειμί και πένης, ο Θεός, βοήθησόν μοι. Βοηθός μου, και ρύστης μου ει συ, κύριε, μη χρονίσης.