Παρακλητικός κανών Αγίου Αλεξάνδρου Κωνσταντινουπόλεως

Ο Παρακλητικός κανόνας στον Άγιο Αλέξανδρο, επίσκοπο Κωνσταντινουπόλεως, εκδόθηκε το 1990, από τον Αρχιμανδρίτη, Αλέξανδρο Β. Καλπακίδη.
Την ακολουθία, συνέγραψε ο αείμνηστος μοναχός, Γεράσιμος ο μικραγιαννανίτης, υμνογράφος της Μεγάλης του Χριστού Εκκλησίας.

Δεν έχουν γραφεί χαιρετισμοί για τον άγιο Αλέξανδρο.
Παραθέτουμε σαρωμένες από το βιβλίο αυτό τις σελίδες.

Ας σημειωθεί πως ο παρακλητικός κανόνας, έχει εκδοθεί και σε άλλα βιβλία σχετικά με τον μεγάλο Άγιο της Εκκλησίας μας.

@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@

Παρακλητικός Κανών στον Άγιο Αλέξανδρο Πατριάρχη Κωνσταντινουπόλεως

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.

Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν
καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρίς)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα, γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου,ἐξελού με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου, τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν του ονόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ
Ὡς τῆς Τριάδος θεοφόρος θεράπων, καί Ὀρθοδόξων, ὁδηγός καί προστάτης, Ἀρχιεράρχα τοῦ Χριστοῦ Ἀλέξανδρε, πρέσβευε δεόμεθα, πάσης ρύεσθαι βλάβης, καί παντοίων θλίψεων, τούς πιστῶς σέ τιμώντας καί τῶν πταισμάτων λύσιν παρασχεῖν, τοῖς καταφεύγουσι Πάτερ τή σκέπη σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθής ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην,
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί
πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ
σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Λαμπόμενος φέγγει τῷ νοητῶ, Ἀλέξανδρε Πάτερ, τῆς Τριάδος τῆς παντουργοῦ, λύσον τῶν παθῶν μου τήν ὁμίχλην, ταῖς φωτοφόροις πρεσβείαις σου δέομαι.
Ἰλύος μέ ρύσαι πάσης φθορᾶς, Ἀλέξανδρε Πάτερ, μεσιτείαις σου πρός Χριστόν, καί δίδου ἰσχύν μοί Ἱεράρχα,τοῦ διοδεύειν ὁδόν τήν σωτήριον.
Τή σή προστασία καί ἀρωγή, Ἀλέξανδρε Πάτερ, καταφεύγων πίστει θερμή, ρυσθείην δεινῶν πειρατηρίων, καί χαλεπῶν ἐν τῷ βίω στενώων.

Θεοτοκίον.
Ἀσπόρως συνέλαβες ἐν γαστρι, τόν Πάντων Δεσπότην, καί ἀφθόρως τοῦτον Ἁγνή, ἐκύησας Ἄχραντε• διό μέ, φθοροποιῶν νοημάτων ἐκκάθαρον.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος.
Ἱεράρχης καί μύστης, θεοειδῆς πέφηνας, τῆς Ὑπερουσίου Τριάδος, ἤν καθικέτευε, Πάτερ Ἀλέξανδρε, πάσης λυτροῦσθαι ἀνάγκης, τούς πιστῶς προστρέχοντας τή ἀντιλήψει σου.
Συσχεθέντα μέ Πάτερ, ταῖς χαλεπαις θλίψεσι, ἐξ ἁμαρτιῶν πολυτρόπων θάττον ἁπάλλαξον, ταῖς ἰκεσίαις σου• καί πρός ὁδόν μέ εἰρήνης, ἴθυνον Ἀλέξανδρε, ἴνα γεραίρω σέ.
Σωτηρίας τήν τρῖβον, τήν πρός. Θεόν ἄγουσαν, τή σή πατρική συμπαθεία, ἠμίν ἀμάλωσον, Πάτερ Ἀλέξανδρε, τοῖς ἀδιστάκτω καρδία, ἐκζητούσι πάντοτε, τήν σήν βοήθειαν.

Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης, καί Ποιητής Ἄχραντε, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, πλούτω χρηστότητος, σάρκα προσείληφεν, ἀναλλοιώτως ὡς οἶδε, καί προστάτιν κόσμου σέ, ὄντως ἀνέδειξε.

Διασωσον Ἀρχιεράρχα Ἀλέξανδρε, πάσης βλάβης, τούς ἐν πίστει τή προστασία σου σπεύδοντας, ὡς παρρησίαν πρός Κύριον κεκτημένος.
Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Φωτός νοητοῦ, κατατρυφῶν Ἀλέξανδρε, ὡς μύστης Χριστοῦ, καί Ἱεράρχης ὅσιος, ἐκ σκότους τῶν αἱρέσεων, καί δεινῆς ἀθυμίας καί θλίψεως, μή διαλίπης λυτροῦσθαι ἠμᾶς, τούς
πίστει καί πόθω ἀνυμνοῦντας σέ.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Ὑποφήτης ὡς; ἔνθεος, τῆς Τριαδικῆς ἐλλάμψεως Ὅσιε, τήν ψυχήν μου καταλάμπρυνον, ἐναρέτου βίου ἐπιδόσεσιν.
Ἀπό πάσης στενώσεως, τῆς κατά ψυχήν καί σῶμα ἐκλύτρωσαι, ἱερώτατε Ἀλέξανδρε, τούς εἰλικρινῶς σέ μακαρίζοντας.

Γεωργεῖν ἠμίν δύναμιν, δίδου ἀρετῶν τήν ἄρουραν Ἅγιε, ἴνα δρέψωμεν τόν ἄσταχυν, ζωῆς τῆς ἀλήκτου δυσωποῦμεν σέ.

Θεοτόκιον.
Ἰατρόν ἠμίν τέξασα, καί σωτήρα πάντων Χριστόν τόν Κύριον, τήν νοσοῦσαν μου διάνοιαν, Θεοτόκε ἴασαι καί σῶσον μέ.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.
Ἐπιδε ἠμίν, οὐρανόθεν Πάτερ Ὅσιε, καί παρασχου τά αἰτήματα ἠμῶν, ὡς μεσίτης ἠμῶν μέγας πρός τόν Κύριον.
Ἥλιος λαμπρός, Ἐκκλησίας ἐχρημάτισας καί διέλυσας Ἀρείου τήν ἀχλύν, Ἱεράρχα ταῖς ἀκτίσι τῶν δογμάτων σου.
Μέγας ἀρωγός, Ὀρθοδόξων ἀναδέδειξαι, ὤ Ἀλέξανδρε Πατέρων καλλονή, καί παρέχεις ἠμίν πάντοτε τήν χάριν σου.

Θεοτόκιον.
Ἄχραντε Ἁγνή, τήν χρανθείσάν μου διάνοιαν, τῶν πολλῶν ἁμαρτιῶν ταῖς προσβολαῖς, ἀποκάθαρον τοῖς ρείθροις τοῦ ἐλέους σου.

Ὠδή στ΄. Τήν δέησιν.
Σοφία, κατακοσμούμενος θεία, τοῦ Ἀρείου διελέγχεις τήν πλάνην, Ἀρχιεράρχα Ἀλέξανδρε Πάτερ• ὅθεν ἠμᾶς ἀνωτέρους ἀπέργασαι, σοφιστειῶν τῶν δολερῶν, τοῦ ἐχθροῦ
δυσωποῦμεν σέ Ἅγιε.
Στροβεῖ μέ, ἁμαρτιῶν πολυτρόπων, καί ποικίλων καταιγίς παθημάτων, ἀλλά τή σῆ καταφεύγω γαλήνη, καί ἐκ καρδίας βοῶ σοί Ἀλέξανδρε, ὁδήγησον ἀσφαλῶς, πρός σωτήριον ὅρμον καί σῶσον μέ.
Κακίας, τῆς τοῦ δολίου Βελίαρ, τήν ταλαίπωρον καρδίαν μου ρύσαι, καί τῆς αὐτοῦ μανιώδους ἀπάτης, ἁπάλλαξον μέ, παμμάκαρ Ἀλέξανδρε, καί μετανοίας τῷ φωτί, τήν ἀθλίαν ψυχήν μου καταύγασον.

Θεοτοκίον.
Ἐλέους τόν χορηγόν τετοκυΐα, ἐλεῆμον Παντευλόγητε Κόρη, οἰκτείρησον μέ τή σή συμπαθεία, καί τοῦ ἐχθροῦ της δουλείας μέ λύτρωσαι, καί δούλωσόν μου τήν ψυχήν, τοῦ Υἱοῦ
σου τῷ νόμω καί σῶσον μέ.
Διασωσον Ἀρχιεράρχα Ἀλέξανδρε πάσης βλάβης, τούς ἐν πίστει τή προστασία σου σπεύδοντας, ὡς παρρησίαν πρός Κύριον κεκτημένος.
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἱεραρχῶν ἱερόν ἐγκαλλώπισμα, Ἀρχιεράρχα Κυρίου Ἀλέξανδρε, ἐχθρῶν ἀοράτων μανίας μέ, καί ὁρατῶν χαλεπότητος λύτρωσαι, ὡς μέγας μου πρόμαχος Ἅγιε.

Προκείμενον.
Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καί οἱ ὅσιοί σου ἀγαλλιάσει ἀάγαλλιασονται.
Στίχ:. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννην (Κέφ. 10΄ 9-16).
Εἶπεν ὁ Κύριος, Ἐγώ εἰμί ἡ θύρα, δί’ ἐμοῦ ἐάν τίς εἰσέλθη, σωθήσεται, καί εἰσελεύσεται και ο ποιμήν ὁ καλός τήν ψυχήν αὐτοῦ τίθησιν ὑπέρ τῶν προβάτων, ὁ μισθωτός δε και ουκ ων ποιμήν ου ουκ εισίν τα πρόβατα ίδια, θεωρεί τόν λύκον ἐρχόμενον καί ἀφίησι τά πρόβατα καί φεύγει, καί ὁ λύκος ἁρπάζει αὐτά καί σκορπίζει τά πρόβατα. Ὁ δέ μισθωτός φεύγει, ὅτι μισθωτός ἐστι καί οὐ μέλει αὐτῶ περί τῶν προβάτων. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός, καί γινώσκομαι ὑπό τῶν ἐμῶν, καθώς γινώσκει μέ ὁ πατήρ καγῶ γινώσκω τόν πατέρα, καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἅ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κακείνα μέ δεῖ ἀγαγεῖν, καί τῆς φωνῆς μου ἀκούσουσι, καί γενήσεται μία ποίμνη εἰς ποιμήν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταίς του Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἁπάλλαξον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταίς της Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ.: Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον.
Ἦχος πλ. β΄ Ὅλην ἀποθέμενοι.
Ὅλος ἐνθεώτατος, ἀρχιερεύς τοῦ Σωτῆρος, ἀνεδείχθης Ὅσιε, βίου καθαρότητι, λαμπρυνόμενος, καί ὀρθοῖς δόγμασι, Τριάδος τήν δόξαν, ὀρθοδόξως ἀνεκήρυξας, διό αἰτοῦμεν σε
πάσης ἐπηρείας ἁπάλλαξον, δοκησισόφων Ἅγιε,
καί δεινῶν σκανδάλων τοῦ ὄφεως, Ἀλέξανδρε Πάτερ,
τούς πίστει καταφεύγοντας ἀεί, τήν πρός Χριστόν ἱκεσία σου,
καί σε μακαρίζοντας.

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου, ……

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πειρασμῶν ἀδόκητων, καί παθῶν ἀκαθάρτων ἠμᾶς ἁπάλλαξον, καί πάσης δυσχέρειας, Ἀλέξανδρε ἐν βίω, τούς ἐν πίστει κραυγάζοντας, Ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.
Ἐντολῶν τοῦ Κυρίου, πληρωτᾶς ἀπεργάζου Πάτερ Ἀλέξανδρε, καί βίου ἐναρέτου, ἐργάτας Ἱεράρχα, τούς ἐν πίστει κραυγάζοντας, Ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.
Γνώμην ἔμφρονα δίδου, καί σωτήριον φόβον Πάτερ Ἀλέξανδρε, καί ζῆλον πρός τήν κτῆσιν, κρειττόνων Ἱεράρχα, τοῖς βοῶσιν ἑκάστοτε, Ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.

Θεοτοκίον
Ἐρρυπάνθην ἀθλίως, χαλεπαῖς ἁμαρτίαις ὁ πολυώδυνος, ἀλλά σύ Θεομῆτορ, ἀπόπλυνον τοῦ ρύπου, τῶν παθῶν τήν καρδίαν μου, καί μετανοίας πρός φῶς, ὁδήγησον μέ Κόρη.

Ὠδή ἡ΄. Τόν Βασιλέα.

Ρῶσιν παρασχου, τή ἀσθενούση ψυχή μου, καί θεράπευσον τοῦ σώματος τό ἄλγος, ἴνα σέ γεραίρω, Ἀλέξανδρε τρισμάκαρ.

Ἀπό Κυρίου, λαβῶν πλουσίαν τήν χάριν, τό ὁμότιμον Τριάδος τῆς Ἁγίας, ἄπασι κηρύττεις, Ἀλέξανδρε τρισμάκαρ.

Σεσοβημένην, αἱρετικῶν τήν χορείαν, θείω λόγω σου Ἀλέξανδρε δεικνύεις ὧν τῆς ἐπηρείας, ἀτρώτους ἠμᾶς τήρει.

Θεοτοκίον.
Ἀγγέλων δόξα, καί τῶν βροτῶν σωτηρία, Ἀειπάρθενε δεδοξασμένη Κόρη, σῶσον μέ σόν δοῦλον, ὡς βρύσις εὐσπλαγχνίας.

Ὠδή θ΄. Κυρίως Θεοτόκον
Μεγίστης εὐκληρίας, κατηξιωμένος, ἐν οὐρανοῖς Ἱεράρχα Ἀλέξανδρε, μεγάλων πόνων ἀτρώτους ἠμᾶς διάσωζε.

Ὁλόφωτον ὡς σέλας, πάσι διαυγάζεις, Ὀρθοδοξίας τό φέγγος Ἀλέξανδρε, καί καταυγάζεις τούς πίστει σέ μεγαλύνοντας.

Ὑψίστου ὧν θεράπων, πάντοτε δυσώπει, ὑπέρ ἠμῶν θεηγόρε Ἀλέξανδρε, τῶν σέ τιμώντων ὡς μέγιστον ἀντιλήπτορα.

Θεοτοκίον.
Ὑμνοῦμεν σου τό μέγα, μυστήριον τοῦ τόκου, καί ἐκβοῶμεν σοί Ἄχραντε Δέσποινα, χαῖρε τοῦ κόσμου προστάτις καί καταφύγιον.

Μεγαλυνάρια
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

Χαίροις Ἐκκλησίας θεῖος φωστήρ, καί Ἀρχιερέων, ἐγκαλλώπισμα καί κανών, χαίροις Ὀρθοδόξων δογμάτων ἡ λυχνία Ἀλέξανδρε παμμάκαρ, ἠμῶν ὁ ἔφορος.
Συνθρόνον τόν Λόγον ὁμολογεῖς, στόματι ἁγίω,τῷ ἀνάρχω αὐτοῦ Πατρί, καί τήν τοῦ Ἀρείου, δεινήν ἐρεσχελίαν , πηγήν ὡς βλασφημίας, Πάτερ κατήσχυνας.
Ἔχων πολιτείαν ἀγγελικήν, θεῖος ποιμενάρχης, Βυζαντίου ψήφω Θεοῦ, Ἀλέξανδρε ὤφθης, καί πάσης Ἐκκλησίας, φωστήρ καί ἑωσφόρος, ὄντως πολύφωτος.
Ἐν Συνόδω Πάτερ τή ἱερά, τή ἐν τή Νικαία, ὁμοούσιον τῷ Πατρί, τόν Υἱόν κηρύττεις, Ἀλέξανδρε θεοφρον, Ἀρείου καταισχύνων, δόγμα τό ἄθεον.
Χαίροις Ὀρθοδόξων πύργος στερρός, χαίροις τῆς Τριάδος, θεοφόρος μυσταγωγός, χαίροις συνωνύμων, τῶν σῶν θερμός προστάτης, Ἀλέξανδρε οὖς σκέπε, ἀεί καί φύλαττε.
Ἔχων παρρησίαν πρός τόν Χριστόν, ἀπαύστως δυσώπει, Ἱεράρχα ὑπέρ ἠμῶν, τῶν πόθω τελούντων, τήν μνήμην σου τήν θείαν, καί πίστει προσιόντων, τή προστασία σου.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἐκτενής καί ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τό ἕξης:
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου
Πάντας τούς προσπίπτοντας πιστῶς, τή σή θερμοτατη πρεσβεία, πρός τόν Σωτήρα Χριστόν, Ἅγιε Ἀλέξανδρε, ἐκ πάσης θλίψεως, καί παθῶν καί κακώσεων, ἀτρώτους συντηρεῖ,
ἠμίν ἑξαιτούμενος, πταισμάτων λύτρωσιν, ἅμα καί εἰρήνην θεόθεν, καί τήν ἐκ Θεοῦ εὐλογίαν, ὡς ἠμῶν προστάτης ἐνθεώτατος.

Δέξαι Ἀλέξανδρε τήν δέησιν ταύτην, Ἤν σοί προσήγαγε Γεράσιμος ἤδη.

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s